[138δ]
μήτε μέσου μήτε μερῶν προσήκει, τίς μηχανὴ τοῦτο κύκλῳ ποτ᾽ ἐπὶ τοῦ μέσου ἐνεχθῆναι;
ἀλλὰ δὴ χώραν ἀμεῖβον ἄλλοτ᾽ ἄλλοθι γίγνεται καὶ οὕτω κινεῖται;
οὐκοῦν εἶναι μέν που ἔν τινι αὐτῷ ἀδύνατον ἐφάνη;
ναί.
ἆρ᾽ οὖν γίγνεσθαι ἔτι ἀδυνατώτερον;
εἰ ἔν τῴ τι γίγνεται, οὐκ ἀνάγκη μήτε πω ἐν ἐκείνῳ εἶναι ἔτι ἐγγιγνόμενον, μήτ᾽ ἔτι ἔξω ἐκείνου παντάπασιν, εἴπερ ἤδη ἐγγίγνεται;