... Οὐκ οἶδ̓, οὐδ̓ ἐπέοικεν ἃ μὴ μάθομες πονέεσθαι.
εἴ μοι καλὰ πέλει τὰ μελύδρια, καὶ τάδε μῶνα
κῦδος ἐμοὶ θήσοντι, τά μοι πάρος ὤπασε Μοῖρα:
εἰ δ̓ οὐχ ἁδέα ταῦτα, τί μοι ποτὶ πλείονα μοχθεῖν;
5εἰ μὲν γὰρ βιότω διπλόον χρόνον ἄμμιν ἔδωκεν
ἢ Κρονίδας ἢ Μοῖρα πολύτροπος, ὥστ̓ ἀνύεσθαι [p. 410]
τὸν μὲν ἐς εὐφροσύναν καὶ χάρματα, τὸν δ̓ ἐπὶ μόχθῳ,
ἦν τάχα μοχθήσαντί ποθ̓ ὕστερον ἐσθλὰ δέχεσθαι.
εἰ δὲ θεοὶ κατένευσαν ἕνα χρόνον ἐς βίον ἐλθεῖν
10ἀνθρώποις, καὶ τόνδε βραχὺν καὶ μείονα πάντων,
ἐς πόσον ἆ δειλοὶ καμάτως κεἰς ἔργα πονεῦμες,
ψυχὰν δ̓ ἄχρι τίνος ποτὶ κέρδεα καὶ ποτὶ τέχνας
βάλλομες, ἱμείροντες ἀεὶ πολὺ πλείονος ὄλβω;
λαθόμεθ̓ ἦ ἄρα πάντες, ὅτι θνατοὶ γενόμεσθα,
15χὠς βραχὺν ἐκ Μοίρας λάχομες χρόνον;...