ὡς δὲ εἶδον οἱ Μῆδοί τε καὶ οἱ Πέρσαι καὶ οἱ ἄλλοι (πᾶσι γὰρ ἔμελεν ὅ τι ἐκ τούτων ἔσοιτο), εὐθὺς ἥσθησάν τε καὶ ἐφαιδρύνθησαν. καὶ ὁ Κῦρος δὲ καὶ ὁ Κυαξάρης ἀναβάντες ἐπὶ τοὺς ἵππους ἡγοῦντο, καὶ ἐπὶ μὲν τῷ Κυαξάρῃ οἱ Μῆδοι εἵποντο (Κῦρος γὰρ αὐτοῖς οὕτως ἐπένευσεν), ἐπὶ δὲ τῷ Κύρῳ οἱ Πέρσαι, οἱ δ᾽ ἄλλοι ἐπὶ τούτοις.