[8] μὴ παραγενέσθαι δέ με τῷ φόνῳ ἀπιστότερον ἢ παραγενέσθαι φασὶν εἶναι. ἐγὼ δ᾽ οὐκ ἐκ τῶν εἰκότων ἀλλ᾽ ἔργῳ δηλώσω οὐ παραγενόμενος. ὁπόσοι γὰρ δοῦλοί μοι ἢ δοῦλαί εἰσι, πάντας παραδίδωμι βασανίσαι: καὶ ἐὰν μὴ φανῶ ταύτῃ τῇ νυκτὶ ἐν οἴκῳ καθεύδων ἢ ἐξελθών ποι,1 ὁμολογῶ φονεὺς εἶναι. ἡ δὲ νὺξ οὐκ ἄσημος: τοῖς γὰρ Διιπολείοις ὁ ἀνὴρ ἀπέθανε.