[11]
οὕτω δὲ ἀδίκως διώκοντές με, αὐτοὶ μὲν ἀνοσίως ἀποκτεῖναι ζητοῦντες καθαροί φασιν εἶναι, ἐμὲ δέ, ὃς εὐσεβεῖν ὑμᾶς πείθω, ἀνόσια δρᾶν λέγουσιν. ἐγὼ δὲ καθαρὸς ὢν πάντων τῶν ἐγκλημάτων ὑπὲρ <μὲν>1 ἐμαυτοῦ ἐπισκήπτω αἰδεῖσθαι τὴν τῶν μηδὲν ἀδικούντων εὐσέβειαν, ὑπὲρ δὲ τοῦ ἀποθανόντος ἀναμιμνῄσκων τὴν ποινὴν παραινῶ ὑμῖν μὴ τὸν ἀναίτιον καταλαβόντας τὸν αἴτιον ἀφεῖναι: ἀποθανόντος γὰρ ἐμοῦ οὐδεὶς ἔτι τὸν αἴτιον ζητήσει.