[2] εἴτε γὰρ προσιόντας τινὰς προϊδόντες οἱ ἀποκτείναντες αὐτοὺς ἀπολιπόντες ᾤχοντο φεύγοντες πρότερον ἢ ἀπέδυσαν, οἱ ἐντυχόντες ἂν αὐτοῖς,1 εἰ καὶ τὸν δεσπότην τεθνεῶτα ηὗρον, τόν γε θεράποντα,2 ὃς ἔμπνους ἀρθεὶς ἐμαρτύρει3, ἔτι ἔμφρονα εὑρόντες, σαφῶς ἀνακρίναντες τοὺς ἐργασαμένους ἤγγειλαν ἂν ἡμῖν, καὶ οὐχ οὗτος ἂν τὴν αἰτίαν εἶχεν: εἴτε ἄλλοι τινὲς ἕτερόν τι τοιοῦτον κακουργοῦντες ὀφθέντες ὑπ᾽ αὐτῶν, ἵνα μὴ γνωσθῶσι διέφθειραν αὐτούς, ἅμα τῷ τούτων φόνῳ τὸ κακούργημα ἂν ἐκηρύσσετο καὶ εἰς τούτους ἂν ἡ ὑποψία ἧκεν.