This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
καὶ οὐ τοῦτό γ᾽ ἐρεῖ,1 ὡς εὖ οἶδεν ὅτι οὐκ2 ἀπέκτεινεν ἡ μήτηρ αὐτοῦ τὸν πατέρα τὸν ἡμέτερον: ἐν οἷς μὲν γὰρ αὐτῷ ἐξουσία ἦν σαφῶς εἰδέναι παρὰ τῆς βασάνου, οὐκ ἠθέλησεν: ἐν οἷς δ᾽ οὐκ ἦν πυθέσθαι, τοῦτ᾽ αὐτὸ προὐθυμήθη. καίτοι αὐτὸ τοῦτο ἐχρῆν, ὃ καὶ ἐγὼ προὐκαλούμην, προθυμηθῆναι, ὅπως τὸ πραχθὲν ᾖ ἀληθῶς3 ἐπεξελθεῖν.