This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ὑπὲρ δὲ τῆς ἀποκτεινάσης δεήσεται ἀθέμιτα καὶ ἀνόσια καὶ ἀτέλεστα καὶ ἀνήκουστα καὶ θεοῖς καὶ ὑμῖν, δεόμενος ὑμῶν <μὴ τιμωρῆσαι>1 ἃ αὐτὴ ἑαυτὴν οὐκ ἔπεισε μὴ κακοτεχνῆσαι. ὑμεῖς δ᾽ οὐ τῶν ἀποκτεινάντων ἐστὲ βοηθοί, ἀλλὰ τῶν ἐκ προνοίας ἀποθνῃσκόντων, καὶ ταῦτα ὑφ᾽ ὧν ἥκιστα ἐχρῆν αὐτοὺς ἀποθνῄσκειν. ἤδη οὖν ἐν ὑμῖν ἐστι τοῦτ᾽ ὀρθῶς διαγνῶναι, ὃ καὶ ποιήσατε.