ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,
ἦ τε μέγ᾽ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,
80ἤλιτεν Ἀμφιτρύων, ὅτ᾽ ἐυστέφανον ποτὶ Θήβην
ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον,
κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ᾽ εὐρυμετώπων:
ἵκετο δ᾽ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,
οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,
85ἣ δίκη ἔσθ᾽ ἱκέτῃσι, τίον δέ ἑ κηρόθι μᾶλλον.
ζῶε δ᾽ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,
ᾗ ἀλόχῳ: τάχα δ᾽ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν
γεινόμεθ᾽ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,
σός τε πατὴρ καὶ ἐγώ: τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,
90ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας
ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,
σχέτλιος: ἦ που πολλὰ μετεστεναχίζετ᾽ ὀπίσσω
ἣν ἄτην ὀχέων: ἣ δ᾽ οὐ παλινάγρετός ἐστιν.
αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετ᾽ ἀέθλους.
95
ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχ᾽ ἡνία φοινικόεντα
ἵππων ὠκυπόδων: μέγα δὲ φρεσὶ θάρσος ἀέξων
ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,
μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,
ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος
100Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος:
ἦ μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο.
τὸν δ᾽ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος:
ἠθεῖ᾽, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε
τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,
105ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα:
οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε
σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.
ἀλλ᾽ ἄγε δύσεο τεύχε᾽ ἀρήια, ὄφρα τάχιστα
δίφρους ἐμπελάσαντες Ἄρηός θ᾽ ἡμέτερόν τε
110μαρνώμεσθ᾽, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν
οὐδ᾽ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω
φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,
οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο
φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης.