αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδ᾽ ἔχουσα:
445δεινὰ δ᾽ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα:
Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους:
οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι
Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν:
ἀλλ᾽ ἄγε παῦε μάχην, μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖο.
450
ὣς ἔφατ᾽: ἀλλ᾽ οὐ πεῖθ᾽ Ἄρεος μεγαλήτορα θυμόν,
ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τ᾽ ἔγχεα πάλλων
καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ
κακτάμεναι μεμαώς: καί ῥ᾽ ἔμβαλε χάλκεον ἔγχος,
σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος,
455ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη
ἔγχεος ὁρμὴν ἔτραπ᾽ ὀρεξαμένη ἀπὸ δίφρου.
δριμὺ δ᾽ Ἄρην ἄχος εἷλε: ἐρυσσάμενος δ᾽ ἄορ ὀξὺ
ἔσσυτ᾽ ἐφ᾽ Ἡρακλέα κρατερόφρονα: τὸν δ᾽ ἐπιόντα
Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,
460μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
οὔτασ᾽ ἐπικρατέως: διὰ δὲ μέγα σαρκὸς ἄραξε
δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους
ἤλασαν αἶψ᾽ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης
465ἐς δίφρον θῆκαν πολυδαίδαλον: αἶψα δ᾽ ἔπειτα
ἵππους μαστιέτην: ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
υἱὸς δ᾽ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος
Κύκνον σκυλεύσαντες ἀπ᾽ ὤμων τεύχεα καλὰ
νίσσοντ᾽: αἶψα δ᾽ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο
470ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη
ἐξίκετ᾽ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.
κύκνον δ᾽ αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων,
οἵ ῥ᾽ ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆος
Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τ᾽ Ἰαωλκὸν
475Ἄρνην τ᾽ ἠδ᾽ Ἑλίκην: πολλὸς δ᾽ ἠγείρετο λαός,
τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.
τοῦ δὲ τάφον καὶ σῆμ᾽ ἀιδὲς ποίησεν Ἄναυρος
ὄμβρῳ χειμερίῳ πλήθων: τὼς γάρ μιν Ἀπόλλων
Λητοΐδης ἤνωξ᾽, ὅτι ῥα κλειτὰς ἑκατόμβας
480ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.