previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο
ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,
δεινὴ δέ σφ᾽ ἰαχὴ ἄραβός θ᾽ ἅμα γίγνετ᾽ ὀδόντων:
405οἳ δ᾽ ὥς τ᾽ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι,
πέτρῃ ἔφ᾽ ὑψηλῇ μεγάλα κλάζοντε μάχονται
αἰγὸς ὀρεσσινόμου ἀγροτέρης ἐλάφοιο
πίονος, ἥν τ᾽ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ
ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δ᾽ ἀπαλήσεται ἄλλῃ
410χώρου ἄιδρις ἐών: οἳ δ᾽ ὀτραλέως ἐνόησαν,
ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο:
ὣς οἳ κεκλήγοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.

ἔνθ᾽ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν
κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος,
415οὐδ᾽ ἔρρηξεν χαλκόν: ἔρυτο δὲ δῶρα θεοῖο.
Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,
μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ
αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου
ἤλασ᾽ ἐπικρατέως: ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε
420ἀνδροφόνος μελίη: μέγα γὰρ σθένος ἔμπεσε φωτός.
ἤριπε δ᾽, ὡς ὅτε τις δρῦς ἤριπεν ὅτε πεύκη
ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ:
ὣς ἔριπ᾽: ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.

τὸν μὲν ἔπειτ᾽ εἴασε Διὸς ταλακάρδιος υἱός,
425αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,
δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,
ὅς τε μάλ᾽ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι
σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα:
ἐμ μένεος δ᾽ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ:
430γλαυκιόων δ᾽ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους
οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν
ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι:
τοῖος ἄρ᾽ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,
ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,
435ἐσσυμένως: δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ:
ἀμφότεροι δ᾽ ἰάχοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.
ὡς δ᾽ ὅτ᾽ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,
μακρὰ δ᾽ ἐπιθρῴσκουσα κυλίνδεται, δέ τε ἠχῇ
ἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησεν
440ὑψηλός: τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει:
τόσσῃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης
κεκληγὼς ἐπόρουσεν: δ᾽ ἐμμαπέως ὑπέδεκτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: