previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χοροῦ

Γραῦς

ἆρ᾽ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν
960ἀφίγμεθ᾽ ὄντως τοῦ νέου τούτου θεοῦ,
τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;

Χορός

ἀλλ᾽ ἴσθ᾽ ἐπ᾽ αὐτὰς τὰς θύρας ἀφιγμένη
μειρακίσκη: πυνθάνει γὰρ ὡρικῶς.

Γραῦς

φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.

Χρεμύλος

965μὴ δῆτ᾽: ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.
ἀλλ᾽ τι μάλιστ᾽ ἐλήλυθας λέγειν σ᾽ ἐχρῆν.

Γραῦς

πέπονθα δεινὰ καὶ παράνομ᾽ φίλτατε:
ἀφ᾽ οὗ γὰρ θεὸς οὗτος ἤρξατο βλέπειν,
ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.

Χρεμύλος

970τί δ᾽ ἔστιν; που καὶ σὺ συκοφάντρια
εν ταῖς γυναιξὶν ἦσθα;

Γραῦς
μὰ Δί᾽ ἐγὼ μὲν οὔ.

Χρεμύλος

ἀλλ᾽ οὐ λαχοῦσ᾽ ἔπινες ἐν τῷ γράμματι;

Γραῦς

σκώπτεις: ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.

Χρεμύλος

οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;

Γραῦς

975ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,
πενιχρὸν μέν, ἄλλως δ᾽ εὐπρόσωπον καὶ καλὸν
καὶ χρηστόν: εἰ γάρ του δεηθείην ἐγώ,
ἅπαντ᾽ ἐποίει κοσμίως μοι καὶ καλῶς:
ἐγὼ δ᾽ ἐκείνῳ πάντα ταῦθ᾽ ὑπηρέτουν.

Χρεμύλος

980τί δ᾽ ἦν τι σου μάλιστ᾽ ἐδεῖθ᾽ ἑκάστοτε;

Γραῦς

οὐ πολλά: καὶ γὰρ ἐκνομίως μ᾽ ᾐσχύνετο.
ἀλλ᾽ ἀργυρίου δραχμὰς ἂν ᾔτησ᾽ εἴκοσιν
εἰς ἱμάτιον, ὀκτὼ δ᾽ ἂν εἰς ὑποδήματα:
καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον
985ἐκέλευσεν ἂν τῇ μητρί θ᾽ ἱματίδιον:
πυρῶν τ᾽ ἂν ἐδεήθη μεδίμνων τεττάρων.

Χρεμύλος

οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε
εἴρηκας, ἀλλὰ δῆλον ὅτι σ᾽ ᾐχύνετο.

Γραῦς

καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας
990αἰτεῖν μ᾽ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,
ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.

Χρεμύλος

λέγεις ἐρῶντ᾽ ἄνθρωπον ἐκνομιώτατα.

Γραῦς

ἀλλ᾽ οὐχὶ νῦν βδελυρὸς ἔτι τὸν νοῦν ἔχει
τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.
995ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ
καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα
ἐπόντα πεμψάσης ὑπειπούσης θ᾽ ὅτι
εἰς ἑσπέραν ἥξοιμι

Χρεμύλος
τί σ᾽ ἔδρασ᾽; εἰπέ μοι.

Γραῦς

ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,
1000ἐφ᾽ τ᾽ ἐκεῖσε μηδέποτέ μ᾽ ἐλθεῖν ἔτι,
καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι
πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 1-150
    • Walter Leaf, Commentary on the Iliad (1900), 23.361
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: