Γραῦς
ἆρ᾽ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν
960ἀφίγμεθ᾽ ὄντως τοῦ νέου τούτου θεοῦ,
ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;
Χορός
ἀλλ᾽ ἴσθ᾽ ἐπ᾽ αὐτὰς τὰς θύρας ἀφιγμένη
ὦ μειρακίσκη: πυνθάνει γὰρ ὡρικῶς.
Γραῦς
φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.
Χρεμύλος
965μὴ δῆτ᾽: ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.
ἀλλ᾽ ὅ τι μάλιστ᾽ ἐλήλυθας λέγειν σ᾽ ἐχρῆν.
Γραῦς
πέπονθα δεινὰ καὶ παράνομ᾽ ὦ φίλτατε:
ἀφ᾽ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,
ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.
Χρεμύλος
970τί δ᾽ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια
εν ταῖς γυναιξὶν ἦσθα;
Χρεμύλος
ἀλλ᾽ οὐ λαχοῦσ᾽ ἔπινες ἐν τῷ γράμματι;
Γραῦς
σκώπτεις: ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.
Χρεμύλος
οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;
Γραῦς
975ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,
πενιχρὸν μέν, ἄλλως δ᾽ εὐπρόσωπον καὶ καλὸν
καὶ χρηστόν: εἰ γάρ του δεηθείην ἐγώ,
ἅπαντ᾽ ἐποίει κοσμίως μοι καὶ καλῶς:
ἐγὼ δ᾽ ἐκείνῳ πάντα ταῦθ᾽ ὑπηρέτουν.
Χρεμύλος
980τί δ᾽ ἦν ὅ τι σου μάλιστ᾽ ἐδεῖθ᾽ ἑκάστοτε;
Γραῦς
οὐ πολλά: καὶ γὰρ ἐκνομίως μ᾽ ᾐσχύνετο.
ἀλλ᾽ ἀργυρίου δραχμὰς ἂν ᾔτησ᾽ εἴκοσιν
εἰς ἱμάτιον, ὀκτὼ δ᾽ ἂν εἰς ὑποδήματα:
καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον
985ἐκέλευσεν ἂν τῇ μητρί θ᾽ ἱματίδιον:
πυρῶν τ᾽ ἂν ἐδεήθη μεδίμνων τεττάρων.
Χρεμύλος
οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε
εἴρηκας, ἀλλὰ δῆλον ὅτι σ᾽ ᾐχύνετο.
Γραῦς
καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας
990αἰτεῖν μ᾽ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,
ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.
Χρεμύλος
λέγεις ἐρῶντ᾽ ἄνθρωπον ἐκνομιώτατα.
Γραῦς
ἀλλ᾽ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει
τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.
995ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ
καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα
ἐπόντα πεμψάσης ὑπειπούσης θ᾽ ὅτι
εἰς ἑσπέραν ἥξοιμι—
Χρεμύλος
τί σ᾽ ἔδρασ᾽; εἰπέ μοι.
Γραῦς
ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,
1000ἐφ᾽ ᾧ τ᾽ ἐκεῖσε μηδέποτέ μ᾽ ἐλθεῖν ἔτι,
καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι
‘ πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.’