Συκοφάντης
850οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,
καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις
καὶ δωδεκάκις καὶ μυριάκις: ἰοὺ ἰού.
οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.
Καρίων
Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,
855τί ποτ᾽ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;
Συκοφάντης
οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας
διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν
πάλιν αὖθις, ἤνπερ μὴ 'λλίπωσιν αἱ δίκαι;
Δίκαιος
860ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.
προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,
ἔοικε δ᾽ εἶναι τοῦ πονηροῦ κόμματος.
Καρίων
νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.
Συκοφάντης
ποῦ ποῦ 'σθ᾽ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους
865ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,
εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ
πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.
Καρίων
καὶ τίνα δέδρακε δῆτα τοῦτ᾽;
Καρίων
ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωούχων;
Συκοφάντης
870μὰ Δί᾽ οὐ μὲν οὖν ἔσθ᾽ ὑγιὲς ὑμῶν οὐδενός,
κοὐκ ἔσθ᾽ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.
Καρίων
ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν
ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.
Συκοφάντης
σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις:
875ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σ᾽ ἐκεῖ στρεβλούμενον
εἰπεῖν ἃ πεπανούργηκας.
Δίκαιος
νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γ᾽ ἄξιος
ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθ᾽ ὅτι
τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.
Συκοφάντης
880οἴμοι τάλας: μῶν καὶ σὺ μετέχων καταγελᾷς;
ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
ἐχθὲς δ᾽ ἔχοντ᾽ εἶδόν σ᾽ ἐγὼ τριβώνιον.
Δίκαιος
οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος
τὸν δακτύλιον τονδὶ παρ᾽ Εὐδάμου δραχμῆς.
Καρίων
885† ἀλλ᾽ οὐκ ἔνεστι συκοφάντου δήγματος.†
Συκοφάντης
ἆρ᾽ οὐχ ὕβρις ταῦτ᾽ ἐστὶ πολλή; σκώπτετον,
ὅ τι δὲ ποιεῖτον ἐνθάδ᾽ οὐκ εἰρήκατον.
οὐκ ἐπ᾽ ἀγαθῷ γὰρ ἐνθάδ᾽ ἐστὸν οὐδενί.
Δίκαιος
μὰ τὸν Δί᾽ οὔκουν τῷ γε σῷ, σάφ᾽ ἴσθ᾽ ὅτι.
Συκοφάντης
890ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.
Καρίων
ὡς δὴ 'π᾽ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος
διαρραγείης μηδενός γ᾽ ἐμπλήμενος.
Συκοφάντης
ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτω
πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
895ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.
Καρίων
κακόδαιμον ὀσφραίνει τι;
Δίκαιος
τοῦ ψύχους γ᾽ ἴσως
ἐπεὶ τοιοῦτόν γ᾽ ἀμπέχεται τριβώνιον.
Συκοφάντης
ταῦτ᾽ οὖν ἀνασχέτ᾽ ἐστὶν ὦ Ζεῦ καὶ θεοί,
τούτους ὑβρίζειν εἰς ἔμ᾽; οἴμ᾽ ὡς ἄχθομαι
900ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.