Καρίων
ὡς ἡδὺ πράττειν ὦνδρές ἐστ᾽ εὐδαιμόνως,
καὶ ταῦτα μηδὲν ἐξενεγκόντ᾽ οἴκοθεν.
ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν
805ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν.
οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή.
ἡ μὲν σιπύη μεστή 'στι λευκῶν ἀλφίτων,
οἱ δ᾽ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.
ἅπαντα δ᾽ ἡμῖν ἀργυρίου καὶ χρυσίου
τὰ σκευάρια πλήρη 'στίν, ὥστε θαυμάσαι.
810τὸ φρέαρ δ᾽ ἐλαίου μεστόν: αἱ δὲ λήκυθοι
μύρου γέμουσι, τὸ δ᾽ ὑπερῷον ἰσχάδων.
ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
χαλκῆ γέγονε: τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ᾽ ὁρᾶν.
815ὁ δ᾽ ἰπνὸς γέγον᾽ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.
στατῆρσι δ᾽ οἱ θεράποντες ἀρτιάζομεν
χρυσοῖς: ἀποψώμεσθα δ᾽ οὐ λίθοις ἔτι,
ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.
καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ
820ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος:
ἐμὲ δ᾽ ἐξέπεμψεν ὁ καπνός. οὐχ οἷός τε γὰρ
ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου.
Δίκαιος
ἕπου μετ᾽ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν
ἴωμεν.
Καρίων
ἔα τίς ἔσθ᾽ ὁ προσιὼν οὑτοσί;
Δίκαιος
825ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δ᾽ εὐτυχής.
Καρίων
δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.
Δίκαιος
πρὸς τὸν θεὸν
ἥκω: μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.
ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς
830λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,
εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.
Καρίων
ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.
Καρίων
οὐκοῦν μετὰ ταῦτ᾽ ἦσθ᾽ ἄθλιος.
Δίκαιος
κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως
835εὐηργέτησα δεομένους ἕξειν φίλους
ὄντως βεβαίους, εἰ δεηθείην ποτέ:
οἱ δ᾽ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μ᾽ ἔτι.
Καρίων
καὶ κατεγέλων δ᾽ εὖ οἶδ᾽ ὅτι.
Δίκαιος
κομιδῇ μὲν οὖν:
αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μ᾽ ἀπώλεσεν.
Δίκαιος
ἀνθ᾽ ὧν ἐγὼ πρὸς τὸν θεὸν
προσευξόμενος ἥκω δικαίως ἐνθάδε.
Καρίων
τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν,
ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.
Δίκαιος
καὶ τοῦτ᾽ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.
Καρίων
845μῶν οὖν ἐμυήθης δῆτ᾽ ἐν αὐτῷ τὰ μεγάλα;
Δίκαιος
οὐκ ἀλλ᾽ ἐνερρίγωσ᾽ ἔτη τριακαίδεκα.
Δίκαιος
καὶ ταῦτα συνεχειμάζετο.
Καρίων
καὶ ταῦτ᾽ ἀναθήσων ἔφερες οὖν;
Καρίων
χαρίεντά γ᾽ ἥκεις δῶρα τῷ θεῷ φέρων.