Γυνή
ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;
Καρίων
οὐδέπω.
μετὰ τοῦτο δ᾽ ἤδη καὶ γέλοιον δῆτά τι
ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ
ἀπέπαρδον: ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.
Γυνή
700ἦ πού σε διὰ τοῦτ᾽ εὐθὺς ἐβδελύττετο.
Καρίων
οὔκ, ἀλλ᾽ Ἰασὼ μέν τις ἀκολουθοῦσ᾽ ἅμα
ὑπηρυθρίασε χἠ Πανάκει᾽ ἀπεστράφη
τὴν ῥῖν᾽ ἐπιλαβοῦσ᾽: οὐ λιβανωτὸν γὰρ βδέω.
Καρίων
οὐ μὰ Δί᾽ οὐδ᾽ ἐφρόντισεν.
Γυνή
705λέγεις ἄγροικον ἄρα σύ γ᾽ εἶναι τὸν θεόν.
Καρίων
μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἀλλὰ σκατοφάγον.
Καρίων
μετὰ ταῦτ᾽ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην
δείσας, ἐκεῖνος δ᾽ ἐν κύκλῳ τὰ νοσήματα
σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.
710ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον
παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.
Καρίων
μὰ Δί᾽ οὐ δῆτ᾽ οὐχὶ τό γε κιβώτιον.
Γυνή
σὺ δὲ πῶς ἑώρας ὦ κάκιστ᾽ ἀπολούμενε,
ὃς ἐγκεκαλύφθαι φῄς;
Καρίων
διὰ τοῦ τριβωνίου:
715ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.
πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον
καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν
σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτ᾽ ἔφλα
ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν
720καὶ σχῖνον: εἶτ᾽ ὄξει διέμενος Σφηττίῳ
κατέπλασεν αὐτοῦ τὰ βλέφαρ᾽ ἐκστρέψας, ἵνα
ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν
ἔφευγ᾽ ἀνᾴξας: ὁ δὲ θεὸς γελάσας ἔφη:
‘ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος,
725ἵν᾽ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.’
Γυνή
ὡς φιλόπολίς τίς ἐσθ᾽ ὁ δαίμων καὶ σοφός.
Καρίων
μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,
καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,
ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν
730τὰ βλέφαρα περιέψησεν: ἡ Πανάκεια δὲ
κατεπέτασ᾽ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι
καὶ πᾶν τὸ πρόσωπον: εἶθ᾽ ὁ θεὸς ἐπόππυσεν.
ἐξῃξάτην οὖν δύο δράκοντ᾽ ἐκ τοῦ νεὼ
ὑπερφυεῖς τὸ μέγεθος.
Καρίων
735τούτω δ᾽ ὑπὸ τὴν φοινικίδ᾽ ὑποδύνθ᾽ ἡσυχῇ
τὰ βλέφαρα περιέλειχον, ὥς γ᾽ ἐμοὶ δοκεῖ:
καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,
ὁ Πλοῦτος ὦ δέσποιν᾽ ἀνειστήκει βλέπων:
ἐγὼ δὲ τὼ χεῖρ᾽ ἀνεκρότησ᾽ ὑφ᾽ ἡδονῆς
740τὸν δεσπότην τ᾽ ἤγειρον. ὁ θεὸς δ᾽ εὐθέως
ἠφάνισεν αὑτὸν οἵ τ᾽ ὄφεις ἐς τὸν νεών.
οἱ δ᾽ ἐγκατακείμενοι παρ᾽ αὐτῷ πῶς δοκεῖς
τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθ᾽ ὅλην
ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.
745ἐγὼ δ᾽ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,
ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ,
τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.