Καρίων
290καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα
μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
ὑμᾶς ἄγειν. ἀλλ᾽ εἶα τέκεα θαμίν᾽ ἐπαναβοῶντες
βληχώμενοί τε προβατίων
αἰγῶν τε κιναβρώντων μέλη
295ἕπεσθ᾽ ἀπεψωλημένοι: τράγοι δ᾽ ἀκρατιεῖσθε.