previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Καρίων

170μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;

Χρεμύλος

ἐκκλησία δ᾽ οὐχὶ διὰ τοῦτον γίγνεται;

Καρίων

τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.

Χρεμύλος

τὸ δ᾽ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;

Καρίων

Πάμφιλος δ᾽ οὐχι διὰ τοῦτον κλαύσεται;

Χρεμύλος

175 βελονοπώλης δ᾽ οὐχὶ μετὰ τοῦ Παμφίλου;

Καρίων

Ἀγύρριος δ᾽ οὐχὶ διὰ τοῦτον πέρδεται;

Χρεμύλος

Φιλέψιος δ᾽ οὐχ ἕνεκα σοῦ μύθους λέγει;

Καρίων

ξυμμαχία δ᾽ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;

Χρεμύλος

ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;

Καρίων

180 Τιμοθέου δὲ πύργος

Χρεμύλος
ἐμπέσοι γέ σοι.
τὰ δὲ πράγματ᾽ οὐχὶ διὰ σὲ πάντα πράττεται;
μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος
καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθ᾽ ὅτι.

Καρίων

κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
185ἐφ᾽ οἷς οὗτος ἐπικαθέζηται μόνον.

Πλοῦτος

ἐγὼ τοσαῦτα δυνατός εἰμ᾽ εἷς ὢν ποιεῖν;

Χρεμύλος

καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα:
ὥστ᾽ οὐδὲ μεστὸς σοῦ γέγον᾽ οὐδεὶς πώποτε.
τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,
190ἔρωτος

Καρίων
ἄρτων

Χρεμύλος
μουσικῆς

Καρίων
τραγημάτων

Χρεμύλος

τιμῆς

Καρίων
πλακούντων

Χρεμύλος
ἀνδραγαθίας

Καρίων
ἰσχάδων

Χρεμύλος

φιλοτιμίας

Καρίων
μάζης

Χρεμύλος
στρατηγίας

Καρίων
φακῆς:

Χρεμύλος

σοῦ δ᾽ ἐγένετ᾽ οὐδεὶς μεστὸς οὐδεπώποτε.
ἀλλ᾽ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,
195πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα:
κἂν ταῦτ᾽ ἀνύσηται, τετταράκοντα βούλεται,
φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.

Πλοῦτος

εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ:
πλὴν ἓν μόνον δέδοικα.

Χρεμύλος
φράζε τοῦ πέρι;

Πλοῦτος

200ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε
ἔχειν με, ταύτης δεσπότης γενήσομαι.

Χρεμύλος

νὴ τὸν Δί᾽ ἀλλὰ καὶ λέγουσι πάντες ὡς
δειλότατόν ἐσθ᾽ Πλοῦτος.

Πλοῦτος
ἥκιστ᾽, ἀλλά με
τοιχωρύχος τις διέβαλ᾽. ἐσδὺς γάρ ποτε
205οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,
εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα:
εἶτ᾽ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.

Χρεμύλος

μή νυν μελέτω σοι μηδέν: ὡς ἐὰν γένῃ
ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα,
210βλέποντ᾽ ἀποδείξω σ᾽ ὀξύτερον τοῦ Λυγκέως.

Πλοῦτος

πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;

Χρεμύλος

ἔχω τιν᾽ ἀγαθὴν ἐλπίδ᾽ ἐξ ὧν εἶπέ μοι
Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.

Πλοῦτος

κἀκεῖνος οὖν σύνοιδε ταῦτα;

Χρεμύλος
φήμ᾽ ἐγώ.

Πλοῦτος

215ὁρᾶτε.

Χρεμύλος
μὴ φρόντιζε μηδὲν ὦγαθέ.
ἐγὼ γάρ, εὖ τοῦτ᾽ ἴσθι, κεἰ δεῖ μ᾽ ἀποθανεῖν,
αὐτὸς διαπράξω ταῦτα.

Καρίων
κἂν βούλῃ γ᾽, ἐγώ.

Χρεμύλος

πολλοὶ δ᾽ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,
ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: