Πλοῦτος
ταυτὶ λέγουσι πάντες: ἡνίκ᾽ ἂν δέ μου
τύχωσ᾽ ἀληθῶς καὶ γένωνται πλούσιοι,
ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.
Χρεμύλος
110ἔχει μὲν οὕτως, εἰσὶ δ᾽ οὐ πάντες κακοί.
Πλοῦτος
μὰ Δί᾽ ἀλλ᾽ ἁπαξάπαντες.
Χρεμύλος
σοὶ δ᾽ ὡς ἂν εἰδῇς ὅσα παρ᾽ ἡμῖν ἢν μένῃς
γενήσετ᾽ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.
οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δ᾽ εἰρήσεται,
115ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας
βλέψαι ποιήσας.
Πλοῦτος
μηδαμῶς τοῦτ᾽ ἐργάσῃ.
οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.
Καρίων
ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.
Πλοῦτος
ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρ᾽ ἔμ᾽ εἰ†
120πύθοιτ᾽ ἂν ἐπιτρίψειε.
Χρεμύλος
νῦν δ᾽ οὐ τοῦτο δρᾷ,
ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;
Πλοῦτος
οὐκ οἶδ᾽: ἐγὼ δ᾽ ἐκεῖνον ὀρρωδῶ πάνυ.
Χρεμύλος
ἄληθες ὦ δειλότατε πάντων δαιμόνων;
οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
125καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,
ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;
Πλοῦτος
ἆ μὴ λέγ᾽ ὦ πόνηρε ταῦτ᾽.
Χρεμύλος
ἔχ᾽ ἥσυχος.
ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ
μεῖζον δυνάμενον.
Χρεμύλος
νὴ τὸν οὐρανόν.
130αὐτίκα γὰρ ἄρχει διὰ τίν᾽ ὁ Ζεὺς τῶν θεῶν;
Καρίων
διὰ τἀργύριον: πλεῖστον γάρ ἐστ᾽ αὐτῷ.
Χρεμύλος
φέρε
τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθ᾽;
Χρεμύλος
θύουσι δ᾽ αὐτῷ διὰ τίν᾽; οὐ διὰ τουτονί;
Καρίων
καὶ νὴ Δί᾽ εὔχονταί γε πλουτεῖν ἄντικρυς.
Χρεμύλος
135οὔκουν ὅδ᾽ ἐστὶν αἴτιος καὶ ῥᾳδίως
παύσειεν, εἰ βούλοιτο, ταῦτ᾽ ἄν;
Χρεμύλος
ὅτι οὐδ᾽ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,
οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλ᾽ οὐδὲ ἕν,
μὴ βουλομένου σοῦ.
Χρεμύλος
ὅπως;
οὐκ ἔσθ᾽ ὅπως
140ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν
αὐτὸς διδῷς πἀργύριον: ὥστε τοῦ Διὸς
τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.
Πλοῦτος
τί λέγεις; δι᾽ ἐμὲ θύουσιν αὐτῷ;
Χρεμύλος
φήμ᾽ ἐγώ.
καὶ νὴ Δί᾽ εἴ τί γ᾽ ἔστι λαμπρὸν καὶ καλὸν
145ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.
ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθ᾽ ὑπήκοα.
Καρίων
ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον
δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.
Χρεμύλος
καὶ τάς γ᾽ ἑταίρας φασὶ τὰς Κορινθίας,
150ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,
οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,
τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.
Καρίων
καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν
οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.
Χρεμύλος
155οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους: ἐπεὶ
αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.
Χρεμύλος
ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.
Καρίων
αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως
ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.
Χρεμύλος
160τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα
ἐν τοῖσιν ἀνθρώποισίν ἐσθ᾽ ηὑρημένα.
ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος:
Καρίων
ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται:
Χρεμύλος
ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών:
Καρίων
165ὁ δὲ λωποδυτεῖ γε νὴ Δί᾽, ὁ δὲ τοιχωρυχεῖ:
Χρεμύλος
ὁ δ᾽ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.
Πλοῦτος
οἴμοι τάλας ταυτί μ᾽ ἐλάνθανεν πάλαι.