Ἱερεύς
τίς ἂν φράσειε ποῦ 'στι Χρεμύλος μοι σαφῶς;
Χρεμύλος
τί δ᾽ ἔστιν ὦ βέλτιστε;
Ἱερεύς
τί γὰρ ἀλλ᾽ ἢ κακῶς;
ἀφ᾽ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,
ἀπόλωλ᾽ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,
1175καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.
Χρεμύλος
ἡ δ᾽ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν;
Ἱερεύς
θύειν ἔτ᾽ οὐδεὶς ἀξιοῖ.
Ἱερεύς
ὅτι πάντες εἰσὶ πλούσιοι: καίτοι τότε,
ὅτ᾽ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος
1180ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν
δίκην ἀποφυγών, ὁ δ᾽ ἂν ἐκαλλιερεῖτό τις
κἀμέ γ᾽ ἐκάλει τὸν ἱερέα: νῦν δ᾽ οὐδὲ εἷς
θύει τὸ παράπαν οὐδὲν οὐδ᾽ εἰσέρχεται,
πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι.
Χρεμύλος
1185οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;
Ἱερεύς
τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ
χαίρειν ἐάσας ἐνθάδ᾽ αὐτοῦ καταμένειν.
Χρεμύλος
θάρρει: καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.
ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,
1190αὐτόματος ἥκων.
Ἱερεύς
πάντ᾽ ἀγαθὰ τοίνυν λέγεις.
Χρεμύλος
ἱδρυσόμεθ᾽ οὖν αὐτίκα μάλ᾽, ἀλλὰ περίμενε
τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος
τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.
ἀλλ᾽ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,
1195ἵν᾽ ἔχων προηγῇ τῷ θεῷ σύ.
Ἱερεύς
πάνυ μὲν οὖν
δρᾶν ταῦτα χρή.
Χρεμύλος
τὸν Πλοῦτον ἔξω τις κάλει.
Χρεμύλος
τὰς χύτρας, αἷς τὸν θεὸν
ἱδρυσόμεθα, λαβοῦσ᾽ ἐπὶ τῆς κεφαλῆς φέρε
σεμνῶς: ἔχουσα δ᾽ ἦλθες αὐτὴ ποικίλα.
Χρεμύλος
πάντα σοι πεπράξεται.
ἥξει γὰρ ὁ νεανίσκος ὡς σ᾽ εἰς ἑσπέραν.
Γραῦς
ἀλλ᾽ εἴ γε μέντοι νὴ Δί᾽ ἐγγυᾷ σύ μοι
ἥξειν ἐκεῖνον ὡς ἔμ᾽, οἴσω τὰς χύτρας.
Χρεμύλος
καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία
1205αὗται ποιοῦσι: ταῖς μὲν ἄλλαις γὰρ χύτραις
ἡ γραῦς ἔπεστ᾽ ἀνωτάτω, ταύτης δὲ νῦν
τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.
Χορός
οὐκ ἔτι τοίνυν εἰκὸς μέλλειν οὐδ᾽ ἡμᾶς, ἀλλ᾽ ἀναχωρεῖν
ἐς τοὔπισθεν: δεῖ γὰρ κατόπιν τούτων ᾁδοντας ἕπεσθαι.