previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χοροῦ

Καρίων

τίς ἔσθ᾽ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;
οὐδεὶς ἔοικεν: ἀλλὰ δῆτα τὸ θύριον
φθεγγόμενον ἄλλως κλαυσιᾷ.

Ἑρμῆς

σέ τοι λέγω,
1100 Καρίων, ἀνάμεινον.

Καρίων
οὗτος εἰπέ μοι,
σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;

Ἑρμῆς

μὰ Δί᾽ ἀλλ᾽ ἔμελλον: εἶτ᾽ ἀνέῳξάς με φθάσας.
ἀλλ᾽ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,
ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,
1105ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,
ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.

Καρίων
εἰπέ μοι,
τί δ᾽ ἔστιν;

Ἑρμῆς
Ζεὺς πόνηρε βούλεται
ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον
ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν.

Καρίων

1110 γλῶττα τῷ κήρυκι τούτων τέμνεται.
ἀτὰρ διὰ τί δὴ ταῦτ᾽ ἐπιβουλεύει ποιεῖν
ἡμᾶς;

Ἑρμῆς
ὁτιὴ δεινότατα πάντων πραγμάτων
εἴργασθ᾽. ἀφ᾽ οὗ γὰρ ἤρξατ᾽ ἐξ ἀρχῆς βλέπειν
Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,
1115οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλ᾽ οὐδὲ ἓν
ἡμῖν ἔτι θύει τοῖς θεοῖς.

Καρίων
μὰ Δί᾽ οὐδέ γε
θύσει. κακῶς γὰρ ἐπεμελεῖσθ᾽ ἡμῶν τότε.

Ἑρμῆς

καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,
ἐγὼ δ᾽ ἀπόλωλα κἀπιτέτριμμαι.

Καρίων
σωφρονεῖς.

Ἑρμῆς

1120πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσιν
πάντ᾽ ἀγάθ᾽ ἕωθεν εὐθύς, οἰνοῦτταν μέλι
ἰσχάδας, ὅσ᾽ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν:
νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.

Καρίων

οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίαν
1125ἐνίοτε τοιαῦτ᾽ ἀγάθ᾽ ἔχων;

Ἑρμῆς
οἴμοι τάλας,
οἴμοι πλακοῦντος τοῦ ν᾽ τετράδι πεπεμμένου.

Καρίων

ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.

Ἑρμῆς

οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον.

Καρίων

ἀσκωλίαζ᾽ ἐνταῦθα πρὸς τὴν αἰθρίαν.

Ἑρμῆς

1130σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον.

Καρίων

ὀδύνη σε περὶ τὰ σπλάγχν᾽ ἔοικέ τι στρέφειν.

Ἑρμῆς

οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.

Καρίων

ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.

Ἑρμῆς

ἆρ᾽ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), HE´NDECA
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: