previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κηρύκαινα

πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτ᾽ ἔχει,
835χωρεῖτ᾽ ἐπείγεσθ᾽ εὐθὺ τῆς στρατηγίδος,
ὅπως ἂν ὑμῖν τύχη κληρουμένοις
φράσῃ καθ᾽ ἕκαστον ἄνδρ᾽ ὅποι δειπνήσετε:
ὡς αἱ τράπεζαί γ᾽ εἰσὶν ἐπινενησμέναι
ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,
840κλῖναί τε σισυρῶν καὶ δαπίδωννενασμέναι†,
κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες
ἑστᾶσ᾽ ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται,
λαγῷ᾽ ἀναπηγνύασι, πόπανα πέττεται,
στέφανοι πλέκονται, φρύγεται τραγήματα,
845χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται.
Σμοῖος δ᾽ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων
τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.
Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε
ἔχων, καχάζων μεθ᾽ ἑτέρου νεανίου:
850ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.
πρὸς ταῦτα χωρεῖθ᾽, ὡς τὴν μᾶζαν φέρων
ἕστηκεν: ἀλλὰ τὰς γνάθους διοίγνυτε.

Ἀνὴρ Β

οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ᾽ ἔχων
ἐνταῦθ᾽, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;

Ἀνὴρ Α

855καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;

Ἀνὴρ Β

ἐπὶ δεῖπνον.

Ἀνὴρ Α
οὐ δῆτ᾽, ἤν γ᾽ ἐκείναις νοῦς ἐνῇ,
πρίν γ᾽ ἂν ἀπενέγκῃς.

Ἀνὴρ Β
ἀλλ᾽ ἀποίσω.

Ἀνὴρ Α
πηνίκα;

Ἀνὴρ Β

οὐ τοὐμὸν τᾶν ἐμποδὼν ἔσται.

Ἀνὴρ Α
τί δή;

Ἀνὴρ Β

ἑτέρους ἀποίσειν φήμ᾽ ἔθ᾽ ὑστέρους ἐμοῦ.

Ἀνὴρ Α

860βαδιεῖ δὲ δειπνήσων ὅμως;

Ἀνὴρ Β
τί γὰρ πάθω;
τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
τοὺς εὖ φρονοῦντας.

Ἀνὴρ Α
ἢν δὲ κωλύσωσι, τί;

Ἀνὴρ Β

ὁμόσ᾽ εἶμι κύψας.

Ἀνὴρ Α
ἢν δὲ μαστιγῶσι, τί;

Ἀνὴρ Β

καλούμεθ᾽ αὐτάς.

Ἀνὴρ Α
ἢν δὲ καταγελῶσι, τί;

Ἀνὴρ Β

865ἐπὶ ταῖς θύραις ἑστώς

Ἀνὴρ Α
τί δράσεις; εἰπέ μοι.

Ἀνὴρ Β

τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.

Ἀνὴρ Α

βάδιζε τοίνυν ὕστερος: σὺ δ᾽ Σίκων
καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.

Ἀνὴρ Β

φέρε νυν ἐγώ σοι ξυμφέρω.

Ἀνὴρ Α
μὴ μηδαμῶς.
870δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,
ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.

Ἀνὴρ Β

νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,
ὅπως τὰ μὲν ὄντα χρήμαθ᾽ ἕξω, τοισδεδὶ
τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
875ὀρθῶς ἔμοιγε φαίνεται: βαδιστέον
ὁμόσ᾽ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: