κἄγωγ᾽ ὅτε δὴ γ᾽νων τοῖς βολίτοις ἡττημένος,
διακοσίαισι βουσὶν ὑπερηκόντισα,
660τῇ δ᾽ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα
εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
αἱ τριχίδες εἰ γενοίαθ᾽ ἑκατὸν τοὐβολοῦ.
ἐκαραδόκησεν εἰς ἔμ᾽ ἡ βουλὴ πάλιν.
ὁ δὲ ταῦτ᾽ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
665κᾆθ᾽ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται.
οἱ δ᾽ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες:
ὁ δ᾽ ἠντεβόλει γ᾽ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
‘ἵν᾽ ἅτθ᾽ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
πύθησθ᾽, ἀφῖκται γὰρ περὶ σπονδῶν,’ λέγων.
670οἱ δ᾽ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον:
‘νυνὶ περὶ σπονδῶν; ἐπειδή γ᾽ ὦ μέλε
ᾔσθοντο τὰς ἀφύας παρ᾽ ἡμῖν ἀξίας.
οὐ δεόμεθα σπονδῶν: ὁ πόλεμος ἑρπέτω.’
ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι:
675εἶθ᾽ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.
ἐγὼ δὲ τὰ κορίανν᾽ ἐπριάμην ὑποδραμὼν
ἅπαντα τά τε γήτεἰ ὅσ᾽ ἦν ἐν τἀγορᾷ:
ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
680οἱ δ᾽ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με
ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.