Ἀλλαντοπώλης
καὶ μὴν ἀκοῦσαί γ᾽ ἄξιον τῶν πραγμάτων.
625εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ᾽ ἱέμην:
ὁ δ᾽ ἄρ᾽ ἔνδον ἐλασίβροντ᾽ ἀναρρηγνὺς ἔπη
τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
κρημνοὺς †ἐρείδων† καὶ ξυνωμότας λέγων
πιθανώταθ᾽: ἡ βουλὴ δ᾽ ἅπασ᾽ ἀκροωμένη
630ἐγένεθ᾽ ὑπ᾽ αὐτοῦ ψευδατραφάξυος πλέα,
κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ᾽ ἀνέσπασεν.
κἄγωγ᾽ ὅτε δὴ γ᾽νων ἐνδεχομένην τοὺς λόγους
καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
‘ἄγε δὴ Σκίταλοι καὶ Φένακες,’ ἦν δ᾽ ἐγώ,
635‘Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων,
ἀγορά τ᾽ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,
νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε
φωνήν τ᾽ ἀναιδῆ.’ ταῦτα φροντίζοντί μοι
ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.
640κἀγὼ προσέκυσα: κᾆτα τῷ πρωκτῷ θενὼν
τὴν κιγκλίδ᾽ ἐξήραξα κἀναχανὼν μέγα
ἀνέκραγον: ‘ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων
εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι:
ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,
645οὐπώποτ᾽ ἀφύας εἶδον ἀξιωτέρας.’
τῶν δ᾽ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν:
εἶτ᾽ ἐστεφάνουν μ᾽ εὐαγγέλια: κἀγὼ φρασα
αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
650τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
οἱ δ᾽ ἀνεκρότησαν καὶ πρὸς ἔμ᾽ ἐκεχήνεσαν.
ὁ δ᾽ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα
οἶς ἥδεθ᾽ ἡ βουλὴ μάλιστα ῥήμασιν,
γνώμην ἔλεξεν: ‘ἄνδρες, ἤδη μοι δοκεῖ
655ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις
εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.’
ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.