Κλέων
οὔτοί μ᾽ ὑπερβαλεῖσθ᾽ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
410ἢ μή ποτ᾽ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην.
Ἀλλαντοπώλης
ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ 'πὶ πολλοῖς
ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,
ὑπερβαλεῖσθαί σ᾽ οἴομαι τούτοισιν, ἢ μάτην γ᾽ ἂν
ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
Κλέων
415ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν
κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;
Ἀλλαντοπώλης
καὶ νὴ Δί᾽ ἄλλα γ᾽ ἐστί μου κόβαλα παιδὸς ὄντος.
ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί:
‘σκέψασθε παῖδες: οὐχ ὁρᾶθ᾽; ὥρα νέα, χελιδών.’
420οἱ δ᾽ ἔβλεπον, κἀγὼ 'ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.
Χορός
ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω:
ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.
Ἀλλαντοπώλης
καὶ ταῦτα δρῶν ἐλάνθανόν γ᾽: εἰ δ᾽ οὖν ἴδοι τις αὐτῶν,
ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν:
425ὥστ᾽ εἶπ᾽ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα:
‘οὐκ ἔσθ᾽ ὅπως ὁ παῖς ὅδ᾽ οὐ τὸν δῆμον ἐπιτροπεύσει.’
Χορός
εὖ γε ξυνέβαλεν αὔτ᾽: ἀτὰρ δῆλόν γ᾽ ἀφ᾽ οὗ ξυνέγνω:
ὁτιὴ 'πιώρκεις θ᾽ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.
Κλέων
ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
430ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς,
ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.
Ἀλλαντοπώλης
ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτ᾽ ἀφήσω
κατὰ κῦμ᾽ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.
Δημοσθένης
κἄγωγ᾽, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.
Κλέων
435οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ
κλέψας Ἀθηναίων.
Δημοσθένης
ἄθρει καὶ τοῦ ποδὸς παρίει:
ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.
Ἀλλαντοπώλης
σὲ δ᾽ ἐκ Ποτειδαίας ἔχοντ᾽ εὖ οἶδα δέκα τάλαντα.
Κλέων
τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;
Χορός
440ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει: