Χορός
ἦν ἄρα πυρός γ᾽ ἕτερα θερμότερα καὶ λόγων
385ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι: καὶ τὸ πρᾶγμ᾽
ἦν ἄρ᾽ οὐ φαῦλον ὧδ᾽ ... ἀλλ᾽ ἔπιθι καὶ στρόβει,
μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος:
ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
390δειλὸν εὑρήσεις: ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.