Κλέων
οἷόν σε δήσω 'ν τῷ ξύλῳ.
Ἀλλαντοπώλης
διώξομαί σε δειλίας.
Κλέων
ἡ βύρσα σου θρανεύσεται.
Ἀλλαντοπώλης
370δερῶ σε θύλακον κλοπῆς.
Ἀλλαντοπώλης
περικόμματ᾽ ἔκ σου σκευάσω.
Κλέων
τὰς βλεφαρίδας σου παρατιλῶ.
Ἀλλαντοπώλης
τὸν πρηγορεῶνά σοὐκτεμῶ.
Δημοσθένης
375καὶ νὴ Δί᾽ ἐμβαλόντες αὐτῷ
πάτταλον μαγειρικῶς
ἐς τὸ στόμ᾽, εἶτα δ᾽ ἔνδοθεν
τὴν γλῶτταν ἐξείραντες αὐτοῦ
σκεψόμεσθ᾽ εὖ κἀνδρικῶς
380κεχηνότος
τὸν πρωκτὸν εἰ χαλαζᾷ.