Ἀλλαντοπώλης
175εὐδαιμονήσω δ᾽ εἰ διαστραφήσομαι;
Δημοσθένης
οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
ἀνὴρ μέγιστος.
Ἀλλαντοπώλης
εἰπέ μοι καὶ πῶς ἐγὼ
ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
Δημοσθένης
180δι᾽ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
Ἀλλαντοπώλης
οὐκ ἀξιῶ 'γὼ 'μαυτὸν ἰσχύειν μέγα.
Δημοσθένης
οἴμοι τί ποτ᾽ ἔσθ᾽ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
185μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;
Ἀλλαντοπώλης
μὰ τοὺς θεοὺς
εἰ μὴ 'κ πονηρῶν γ᾽.
Δημοσθένης
ὦ μακάριε τῆς τύχης
ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.
Ἀλλαντοπώλης
ἀλλ᾽ ὦγάθ᾽ οὐδὲ μουσικὴν ἐπίσταμαι
πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
Δημοσθένης
190τουτὶ μόνον σ᾽ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
ἔτ᾽ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
ἀλλ᾽ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς
ἅ σοι διδόασ᾽ ἐν τοῖς λογίοισιν οἱ θεοί.
Ἀλλαντοπώλης
195πῶς δῆτά φησ᾽ ὁ χρησμός;
Δημοσθένης
εὖ νὴ τοὺς θεοὺς
καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος:
ἀλλ᾽ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
200κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,
αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
Ἀλλαντοπώλης
πῶς οὖν πρὸς ἐμὲ ταῦτ᾽ ἐστίν; ἀναδίδασκέ με.
Δημοσθένης
βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθ᾽ οὑτοσί.
Ἀλλαντοπώλης
τί δ᾽ ἀγκυλοχήλης ἐστίν;
Δημοσθένης
αὐτό που λέγει,
205ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.
Ἀλλαντοπώλης
ὁ δράκων δὲ πρὸς τί;
Δημοσθένης
τοῦτο περιφανέστατον.
ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τ᾽ ἀλλᾶς αὖ μακρόν.
εἶθ᾽ αἱματοπώτης ἔσθ᾽ ὅ τ᾽ ἀλλᾶς χὠ δράκων:
τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
210ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.
Ἀλλαντοπώλης
τὰ μὲν λόγι᾽ αἰκάλλει με: θαυμάζω δ᾽ ὅπως
τὸν δῆμον οἷός τ᾽ ἐπιτροπεύειν εἴμ᾽ ἐγώ.