Χορός
ὦ Δῆμε καλήν γ᾽ ἔχεις
ἀρχήν, ὅτε πάντες ἄνθρωποι
δεδίασί σ᾽ ὥσπερ
ἄνδρα τύραννον.
1115ἀλλ᾽ εὐπαράγωγος εἶ,
θωπευόμενός τε χαίρεις
κἀξαπατώμενος,
πρὸς τόν τε λέγοντ᾽ ἀεὶ
κέχηνας: ὁ νοῦς δέ σου
1120παρὼν ἀποδημεῖ.
Δῆμος
νοῦς οὐκ ἔνι ταῖς κόμαις
ὑμῶν, ὅτε μ᾽ οὐ φρονεῖν
νομίζετ᾽: ἐγὼ δ᾽ ἑκὼν
ταῦτ᾽ ἠλιθιάζω.
1125αὐτός τε γὰρ ἥδομαι
βρύλλων τὸ καθ᾽ ἡμέραν,
κλέπτοντά τε βούλομαι
τρέφειν ἕνα προστάτην:
τοῦτον δ᾽, ὅταν ᾖ πλέως,
1130ἄρας ἐπάταξα.
Χορός
χοὔτω μὲν ἂν εὖ ποιοῖς,
εἴ σοι πυκνότης ἔνεστ᾽
ἐν τῷ τρόπῳ, ὡς λέγεις,
τούτῳ πάνυ πολλή,
1135εἰ τούσδ᾽ ἐπίτηδες ὥσπερ
δημοσίους τρέφεις
ἐν τῇ πυκνί, κᾆθ᾽ ὅταν
μή σοι τύχῃ ὄψον ὄν,
τούτων ὃς ἂν ᾖ παχύς,
1140θύσας ἐπιδειπνεῖς.
Δῆμος
σκέψασθε δέ μ᾽, εἰ σοφῶς
αὐτοὺς περιέρχομαι
τοὺς οἰομένους φρονεῖν
κἄμ᾽ ἐξαπατύλλειν.
1145τηρῶ γὰρ ἑκάστοτ᾽ αὐτοὺς
οὐδὲ δοκῶν ὁρᾶν
κλέπτοντας: ἔπειτ᾽ ἀναγκάζω
πάλιν ἐξεμεῖν
ἅττ᾽ ἂν κεκλόφωσί μου,
1150κημὸν καταμηλῶν.