σκέψασθε δέ, ὦ ἄνδρες, καὶ ἐκ τοῦ χρόνου ὃν οὗτοι λέγουσι περὶ τῶν διαθηκῶν. ὅτε γὰρ εἰς Μυτιλήνην ἐξέπλει στρατευόμενος, τότε φασὶν αὐτὸν ταῦτα διαθέσθαι: φαίνεται δὲ ὁ Ἀστύφιλος τῷ τούτων λόγῳ τὰ μέλλοντα ἅπαντα ἔσεσθαι προειδώς. πρῶτον μὲν γὰρ ἐστρατεύσατο εἰς Κόρινθον, ἔπειτα εἰς Θετταλίαν, ἔτι δὲ τὸν Θηβαικὸν πόλεμον ἅπαντα, καὶ ἄλλοσε ὅπου περ αἰσθάνοιτο στράτευμα συλλεγόμενον, ἁπανταχοῖ1 ἀπεδήμει λοχαγῶν: καὶ οὐδ᾽ ἐν μιᾷ τούτων τῶν ἐξόδων διαθήκας κατέλιπεν. ἡ δὲ εἰς τὴν Μυτιλήνην στρατεία τελευταία αὐτῷ ἐγένετο, ἐν ᾗ καὶ ἀπέθανε.