ὃ μὲν ταῦτα παραίνεε: οἱ δὲ ἱππέες ἐπεί σφεας ἐκυκλώσαντο, ἐπήλαυνον ὡς ἀπολέοντες, καὶ δὴ διετείνοντο τὰ βέλεα ὡς ἀπήσοντες, καὶ κού τις καὶ ἀπῆκε. καὶ οἳ ἀντίοι ἔστησαν πάντῃ συστρέψαντες ἑωυτοὺς καὶ πυκνώσαντες ὡς μάλιστα. ἐνθαῦτα οἱ ἱππόται ὑπέστρεφον καὶ ἀπήλαυνον ὀπίσω. [2] οὐκ ἔχω δ᾽ ἀτρεκέως εἰπεῖν οὔτε εἰ ἦλθον μὲν ἀπολέοντες τοὺς Φωκέας δεηθέντων Θεσσαλῶν, ἐπεὶ δὲ ὥρων πρὸς ἀλέξησιν τραπομένους, δείσαντες μὴ καὶ σφίσι γένηται τρώματα, οὕτω δὴ ἀπήλαυνον ὀπίσω: ὣς γάρ σφι ἐνετείλατο Μαρδόνιος: οὔτ᾽ εἰ αὐτῶν πειρηθῆναι ἠθέλησε εἴ τι ἀλκῆς μετέχουσι. [3] ὡς δὲ ὀπίσω ἀπήλασαν οἱ ἱππόται, πέμψας Μαρδόνιος κήρυκα ἔλεγε τάδε. ‘θαρσέετε ὦ Φωκέες: ἄνδρες γὰρ ἐφάνητε ἐόντες ἀγαθοί, οὐκ ὡς ἐγὼ ἐπυνθανόμην. καὶ νῦν προθύμως φέρετε τὸν πόλεμον τοῦτον: εὐεργεσίῃσι γὰρ οὐ νικήσετε οὔτ᾽ ὦν ἐμὲ οὔτε βασιλέα.’ τὰ περὶ Φωκέων μὲν ἐς τοσοῦτο ἐγένετο.