τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν ὁ Λέοντος οὐκέτι περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε, Κλεομένης δὲ ὁ Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην, οὐ κατ᾽ ἀνδραγαθίην σχὼν ἀλλὰ κατὰ γένος. Ἀναξανδρίδῃ γὰρ ἔχοντι γυναῖκα ἀδελφεῆς ἑωυτοῦ θυγατέρα, καὶ ἐούσης ταύτης οἱ καταθυμίης, παῖδες οὐκ ἐγίνοντο. [2] τούτου δὲ τοιούτου ἐόντος, οἱ ἔφοροι εἶπαν ἐπικαλεσάμενοι αὐτὸν ‘εἴ τοι σὺ σεωυτοῦ μὴ προορᾷς, ἀλλ᾽ ἡμῖν τοῦτ᾽ ἐστὶ οὐ περιοπτέον, γένος τὸ Εὐρυσθένεος γενέσθαι ἐξίτηλον. σύ νυν τὴν μὲν ἔχεις γυναῖκα, ἐπείτε τοι οὐ τίκτει, ἔξεο, ἄλλην δὲ γῆμον: καὶ ποιέων ταῦτα Σπαρτιήτῃσι ἁδήσεις.’ ὃ δ᾽ ἀμείβετο φὰς τούτων οὐδέτερα ποιήσειν, ἐκείνους τε οὐ καλῶς συμβουλεύειν παραινέοντας, τὴν ἔχει γυναῖκα ἐοῦσαν ἀναμάρτητον ἑωυτῷ, ταύτην ἀπέντα ἄλλην ἐσαγαγέσθαι: οὐδέ σφι πείσεσθαι.