This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
ἔτι δὲ πρὸς τούτοις ὁ Ἀρεθούσιος ἀπρόσκλητόν μου ἑξακοσίων καὶ δέκα δραχμῶν δίκην καταδικασάμενος καὶ ψευδεῖς κλητῆρας ἐπιγραψάμενος, καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν βίᾳ τὰ σκεύη πάντα ἐξεφόρησεν, πλέον ἢ εἴκοσι μνῶν ἄξια, καὶ οὐδ᾽ ὁτιοῦν κατέλιπεν. ὅτε δὲ τιμωρεῖσθαι ᾤμην δεῖν, καὶ ἐκτείσας τῷ δημοσίῳ τὸ ὄφλημα, ἐπειδὴ ἐπυθόμην τὴν ἐπιβουλήν, ἐβάδιζον ἐπὶ τὸν κλητῆρα τὸν ὁμολογοῦντα κεκλητευκέναι, τὸν Ἀρεθούσιον, τῆς ψευδοκλητείας κατὰ τὸν νόμον, ἐλθὼν εἰς τὸ χωρίον τῆς νυκτός, ὅσα ἐνῆν φυτὰ ἀκροδρύων γενναῖα ἐμβεβλημένα καὶ τὰς ἀναδενδράδας ἐξέκοψε, καὶ φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν, οὕτως δεινῶς ὡς οὐδ᾽ ἂν οἱ πολέμιοι διαθεῖεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.