This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[57]
ἀπαγορευούσης τῆς γυναικὸς μὴ ἅπτεσθαι αὐτοῖς, καὶ λεγούσης ὅτι αὑτῆς εἴη ἐν τῇ προικὶ τετιμημένα καὶ ὅτι ‘τὰ πρόβατα ἔχετε πεντήκοντα καὶ τὸν παῖδα καὶ τὸν ποιμένα, πλείονος ἄξια ἢ κατεδικάσασθε:’ ἀπήγγειλε γάρ τις αὐτοῖς τῶν γειτόνων κόψας τὴν θύραν. ἔτι δὲ ἔφη τὸ ἀργύριον αὐτοῖς κείμενον εἶναι ἐπὶ τῇ τραπέζῃ: ἠκηκόει γὰρ ἐμοῦ: ‘κἂν περιμείνητε’, ἔφη, ‘ἢ μετέλθῃ τις ὑμῶν αὐτόν, ἔχοντες ἄπιτε τὸ ἀργύριον ἤδη: τὰ δὲ σκεύη ἐᾶτε, καὶ μηδὲν τῶν ἐμῶν φέρετε, ἄλλως τε καὶ ἔχοντες ἄξια τῆς καταδίκης.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.