ταῦτα τοίνυν οὗτος εἰδώς, καὶ πάντων μάλιστ᾽ ἐπιστάμενος τἀληθῆ μεμαρτυρηκότας αὐτούς, ὅμως συκοφαντεῖ καί φησιν οὐ μόνον οὐκ εἰπεῖν ταῦτα, ἃ πῶς τις ἂν μᾶλλον ἐξελέγξειεν εἰρηκότα; ἀλλὰ καὶ δοῦλον εἶναι τὸν ἄνθρωπον τῷ ὄντι. βούλομαι δὲ διὰ βραχέων εἰπὼν πρὸς ὑμᾶς ἐξελέγξαι καὶ ταῦτ᾽ αὐτὸν ψευδόμενον. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καὶ περὶ τούτων ἠθέλησα τούτῳ παραδοῦναι βασανίζειν τὰς θεραπαίνας, αἳ τελευτῶντος τοῦ πατρὸς μνημονεύουσιν ἀφεθέντα τοῦτον ἐλεύθερον εἶναι τότε.