This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[61]
ἔτι τοίνυν τὸ μηδεμίαν τῶν πόλεων τῶν ἐν Φωκεῦσιν ἁλῶναι πολιορκίᾳ μηδ᾽ ἐκ προσβολῆς κατὰ κράτος, ἀλλ᾽ ἐκ τοῦ σπείσασθαι πάντας ἄρδην ἀπολέσθαι, μέγιστόν ἐστι σημεῖον τοῦ διὰ τούτους πεισθέντας αὐτοὺς ὡς ὑπὸ τοῦ Φιλίππου σωθήσονται ταῦτα παθεῖν: οὐ γὰρ ἐκεῖνόν γ᾽ ἠγνόουν. φέρε δή μοι καὶ τὴν συμμαχίαν τὴν τῶν Φωκέων καὶ τὰ δόγμαθ᾽ ὑφ᾽ ὧν καθεῖλον αὐτῶν τὰ τείχη, ἵν᾽ εἰδῆθ᾽ οἵων ὑπαρχόντων αὐτοῖς παρ᾽ ὑμῶν οἵων ἔτυχον διὰ τούτους τοὺς θεοῖς ἐχθρούς. λέγε.“Συμμαχία Φωκέων καὶ Ἀθηναίων”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.