This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
πῶς οὖν ῥᾳδίως πάντες εἴσεσθε τίς ποτ᾽ ἔσθ᾽ ὁ πονηρός; ἀναμνήσθητε παρ᾽ ὑμῖν αὐτοῖς τίς ἐσθ᾽ ὁ κατηγορῶν τῶν πεπραγμένων ἐξ ἀρχῆς. δῆλον γὰρ ὅτι τῷ μὲν ἠδικηκότι σιγᾶν ἐξήρκει καὶ διακρουσαμένῳ τὸν παρόντα χρόνον μηκέτ᾽ εἰς λόγον περὶ τῶν πεπραγμένων αὑτὸν καθιστάναι, τῷ δὲ μηδὲν ἑαυτῷ συνειδότι δεινὸν εἰσῄει, εἰ δεινῶν καὶ πονηρῶν ἔργων δόξει κοινωνεῖν τῷ σιωπῆσαι. εἰμὶ τοίνυν ὁ κατηγορῶν ἐξ ἀρχῆς ἐγὼ τούτων, τούτων δ᾽ οὐδεὶς ἐμοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.