τοῦ χάριν δὴ ταῦθ᾽ ὑπέμνησα πρῶτα νῦν ὑμᾶς καὶ διεξῆλθον τούτους τοὺς λόγους; ἑνὸς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου τῶν πεπραγμένων, καὶ δοκῇ δεινὸν αὐτῷ καὶ ὑπερβάλλον εἶναι, ‘εἶτα τότ᾽ οὐκ ἔλεγες παραχρῆμα ταῦτ᾽ οὐδ᾽ ἐδίδασκες ἡμᾶς;’