This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
εὐδοκιμῶν δ᾽ ἐπὶ τούτοις εἰκότως, καὶ δοκῶν καὶ ῥήτωρ ἄριστος εἶναι καὶ ἀνὴρ θαυμαστός, κατέβη μάλα σεμνῶς. ἀναστὰς δ᾽ ἐγὼ ταῦτά τ᾽ οὐκ ἔφην εἰδέναι καὶ ἅμ᾽ ἐπειρώμην τι λέγειν τούτων ὧν εἰς τὴν βουλὴν ἀπήγγειλα. καὶ παραστὰς ὁ μὲν ἔνθεν, ὁ δ᾽ ἔνθεν, οὑτοσὶ καὶ Φιλοκράτης, ἐβόων, ἐξέκρουόν με, τελευτῶντες ἐχλεύαζον. ὑμεῖς δ᾽ ἐγελᾶτε, καὶ οὔτ᾽ ἀκούειν ἠθέλετ᾽ οὔτε πιστεύειν ἐβούλεσθ᾽ ἄλλα πλὴν ἃ οὗτος ἀπηγγέλκει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.