This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[225]
οὐκ οἴεσθε δεινὸν εἶναι καὶ ὑπερφυές; (καὶ γὰρ εἴ τι σιωπᾶν ἐγνώκειν, λέγειν ἐξάγομαι.) ἴστε δήπου Πυθοκλέα τουτονὶ τὸν Πυθοδώρου. τούτῳ πάνυ φιλανθρώπως ἐκεχρήμην ἐγώ, καὶ ἀηδὲς ἐμοὶ καὶ τούτῳ γέγονεν εἰς τὴν ἡμέραν ταύτην οὐδέν. οὗτος ἐκτρέπεταί με νῦν ἀπαντῶν, ἀφ᾽ οὗ πρὸς Φίλιππον ἀφῖκται, κἂν ἀναγκασθῇ που συντυχεῖν, ἀπεπήδησεν εὐθέως, μή τις αὐτὸν ἴδῃ λαλοῦντ᾽ ἐμοί: μετὰ δ᾽ Αἰσχίνου περιέρχεται τὴν ἀγορὰν κύκλῳ καὶ βουλεύεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.