This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
καὶ νῦν μὲν καλεῖτε πρὸς ὑμᾶς αὐτοὺς τοὺς Ἕλληνας: ἂν δ᾽ ἃ κελεύουσιν οὗτοι μὴ ποιῆτε, οὐχ ἡδέως ἐνίων ὑμῖν ἐχόντων, πῶς χρὴ προσδοκᾶν τιν᾽ ὑπακούσεσθαι; ὅτι νὴ Δί᾽ ἀκούσονται παρ᾽ ἡμῶν ὡς ἐπιβουλεύει βασιλεὺς αὐτοῖς. αὐτοὺς δ᾽ οὐ προορᾶν, ὦ πρὸς τοῦ Διός, οἴεσθε τοῦτο; ἐγὼ μὲν γὰρ οἶμαι. ἀλλ᾽ οὔπω μείζων ἔσθ᾽ ὁ φόβος τῶν πρὸς ὑμᾶς καὶ πρὸς ἀλλήλους ἐνίοις διαφορῶν. οὐδὲν οὖν ἀλλ᾽ ἢ ῥαψῳδήσουσιν οἱ πρέσβεις περιιόντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.