This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
νῦν δὲ πρωτεύειν μὲν ὑμεῖς ἀξιοῦτε καὶ τὰ δίκαι᾽ ὁρίζειν τοῖς ἄλλοις, τὴν δὲ ταῦτ᾽ ἐφορεύσουσαν καὶ φυλάξουσαν δύναμιν οὔτε κατεσκεύασθ᾽ οὔτε κατασκευάζεσθε, ἀλλ᾽ ἐπὶ πολλῆς μὲν ἡσυχίας καὶ ἐρημίας ὑμῶν ὁ Μυτιληναίων δῆμος καταλέλυται, ἐπὶ πολλῆς δ᾽ ἡσυχίας ὁ Ῥοδίων, ἐχθρός γ᾽ ὢν ἡμῖν, φαίη τις ἄν: ἀλλὰ μείζω χρὴ νομίζειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πρὸς τὰς ὀλιγαρχίας ὑπὲρ αὐτῆς τῆς προαιρέσεως ἔχθραν, ἢ τὴν πρὸς τοὺς δήμους ὑπὲρ ὧν ποτ᾽ ἂν ᾖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.