This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐγὼ δέ φημι δεῖν (καί μοι μὴ θορυβήσητ᾽ ἐφ᾽ ᾧ μέλλω λέγειν, ἀλλ᾽ ἀκούσαντες κρίνατε), ὡς περὶ τοῦ λαβεῖν ἐκκλησίαν ἀπεδώκαμεν, οὕτω καὶ περὶ τοῦ συνταχθῆναι καὶ παρασκευασθῆναι τὰ πρὸς τὸν πόλεμον ἐκκλησίαν ἀποδοῦναι, καὶ παρασχεῖν ἕκαστον αὑτὸν μὴ μόνον ταῦτ᾽ ἀκούειν ἐθέλοντα, ἀλλὰ καὶ πράττειν βουλόμενον, ἵν᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἀγαθῶν τὰς ἐλπίδας δι᾽ ὑμῶν αὐτῶν ἔχητε, καὶ μὴ τὸν δεῖνα μηδὲ τὸν δεῖνα πυνθάνησθε τί πράττει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.