καὶ περὶ μὲν τῆς βοηθείας ταῦτα γιγνώσκω: περὶ δὲ χρημάτων πόρου, ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, χρήμαθ᾽ ὑμῖν, ἔστιν ὅσ᾽ οὐδενὶ τῶν ἄλλων ἀνθρώπων στρατιωτικά: ταῦτα δ᾽ ὑμεῖς οὕτως ὡς βούλεσθε λαμβάνετε. εἰ μὲν οὖν ταῦτα τοῖς στρατευομένοις ἀποδώσετε, οὐδενὸς ὑμῖν προσδεῖ πόρου, εἰ δὲ μή, προσδεῖ, μᾶλλον δ᾽ ἅπαντος ἐνδεῖ τοῦ πόρου. ‘τί οὖν;’ ἄν τις εἴποι, ‘σὺ γράφεις ταῦτ᾽ εἶναι στρατιωτικά;’ μὰ Δί᾽ οὐκ ἔγωγε.