Χορός
ἄναξ, σέ τ᾽ εἰκός, εἴ τι καίριον λέγει,
725μαθεῖν, σέ τ᾽ αὖ τοῦδ᾽: εὖ γὰρ εἴρηται διπλῇ.
Κρέων
οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
φρονεῖν ὑπ᾽ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
Αἵμων
μηδὲν τὸ μὴ δίκαιον: εἰ δ᾽ ἐγὼ νέος,
οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.
Κρέων
730ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
Αἵμων
οὐδ᾽ ἂν κελεύσαιμ᾽, εὐσεβεῖν εἰς τοὺς κακούς.
Κρέων
οὐχ ἥδε γὰρ τοιᾷδ᾽ ἐπείληπται νόσῳ;
Αἵμων
οὔ φησι Θήβης τῆσδ᾽ ὁμόπτολις λεώς.
Κρέων
πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
Αἵμων
735ὁρᾷς τόδ᾽ ὡς εἴρηκας ὡς ἄγαν νέος;
Κρέων
ἄλλῳ γὰρ ἢ 'μοὶ χρή με τῆσδ᾽ ἄρχειν χθονός;
Αἵμων
πόλις γὰρ οὐκ ἔσθ᾽ ἥτις ἀνδρός ἐσθ᾽ ἑνός.
Κρέων
οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;
Αἵμων
καλῶς γ᾽ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.
Κρέων
740ὅδ᾽, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.
Αἵμων
εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.
Κρέων
ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;
Αἵμων
οὐ γὰρ δίκαιά σ᾽ ἐξαμαρτάνονθ᾽ ὁρῶ.
Κρέων
ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
Αἵμων
745οὐ γὰρ σέβεις τιμάς γε τὰς θεῶν πατῶν.
Κρέων
ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.
Αἵμων
οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.
Κρέων
ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.
Αἵμων
καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.
Κρέων
750ταύτην ποτ᾽ οὐκ ἔσθ᾽ ὡς ἔτι ζῶσαν γαμεῖς.
Αἵμων
ἣ δ᾽ οὖν θανεῖται καὶ θανοῦσ᾽ ὀλεῖ τινα.
Κρέων
ἦ κἀπαπειλῶν ὧδ᾽ ἐπεξέρχει θρασύς;
Αἵμων
τίς δ᾽ ἔστ᾽ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;
Κρέων
κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.
Αἵμων
755εἰ μὴ πατὴρ ἦσθ᾽, εἶπον ἄν σ᾽ οὐκ εὖ φρονεῖν.
Κρέων
γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με.
Αἵμων
βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;