Ἰσμήνη
τί δ᾽, ὦ ταλαῖφρον, εἰ τάδ᾽ ἐν τούτοις, ἐγὼ
40λύουσ᾽ ἂν ἢ 'φάπτουσα προσθείμην πλέον;
Ἀντιγόνη
εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.
Ἰσμήνη
ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτ᾽ εἰ;
Ἀντιγόνη
εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.
Ἰσμήνη
ἢ γὰρ νοεῖς θάπτειν σφ᾽, ἀπόρρητον πόλει;
Ἀντιγόνη
45τὸν γοῦν ἐμὸν καὶ τὸν σόν ἢν σὺ μὴ θέλῃς
ἀδελφόν: οὐ γὰρ δὴ προδοῦσ᾽ ἁλώσομαι.
Ἰσμήνη
ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;
Ἀντιγόνη
ἀλλ᾽ οὐδὲν αὐτῷ τῶν ἐμῶν μ᾽ εἴργειν μέτα.
Ἰσμήνη
οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ
50ὡς νῷν ἀπεχθὴς δυσκλεής τ᾽ ἀπώλετο,
πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς
ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.
ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,
πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον:
55τρίτον δ᾽ ἀδελφὼ δύο μίαν καθ᾽ ἡμέραν
αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον
κοινὸν κατειργάσαντ᾽ ἐπαλλήλοιν χεροῖν.
νῦν δ᾽ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει
ὅσῳ κάκιστ᾽ ὀλούμεθ᾽, εἰ νόμου βίᾳ
60ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.
ἀλλ᾽ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ᾽ ὅτι
ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα.
ἔπειτα δ᾽ οὕνεκ᾽ ἀρχόμεσθ᾽ ἐκ κρεισσόνων,
καὶ ταῦτ᾽ ἀκούειν κἄτι τῶνδ᾽ ἀλγίονα.
65ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς
ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,
τοῖς ἐν τέλει βεβῶσι πείσομαι: τὸ γὰρ
περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.