Φύλαξ
ἥδ᾽ ἔστ᾽ ἐκείνη τοὔργον ἡ 'ξειργασμένη:
385τήνδ᾽ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων;
Χορός
ὅδ᾽ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.
Κρέων
τί δ᾽ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;
Φύλαξ
ἄναξ, βροτοῖσιν οὐδέν ἔστ᾽ ἀπώμοτον.
ψεύδει γὰρ ἡ 'πίνοια τὴν γνώμην: ἐπεὶ
390σχολῇ ποθ᾽ ἥξειν δεῦρ᾽ ἂν ἐξηύχουν ἐγὼ
ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε
ἀλλ᾽ ἡ γὰρ ἐκτὸς καὶ παρ᾽ ἐλπίδας χαρὰ
ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,
ἥκω, δι᾽ ὅρκων καίπερ ὢν ἀπώμοτος,
395κόρην ἄγων τήνδ᾽, ἣ καθῃρέθη τάφον
κοσμοῦσα. κλῆρος ἐνθάδ᾽ οὐκ ἐπάλλετο,
ἀλλ᾽ ἔστ᾽ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.
καὶ νῦν, ἄναξ, τήνδ᾽ αὐτός, ὡς θέλεις, λαβὼν
καὶ κρῖνε κἀξέλεγχ᾽: ἐγὼ δ᾽ ἐλεύθερος
400δίκαιός εἰμι τῶνδ᾽ ἀπηλλάχθαι κακῶν.
Κρέων
ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;
Φύλαξ
αὕτη τὸν ἄνδρ᾽ ἔθαπτε: πάντ᾽ ἐπίστασαι.
Κρέων
ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;
Φύλαξ
ταύτην γ᾽ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν
405ἀπεῖπας. ἆρ᾽ ἔνδηλα καὶ σαφῆ λέγω;
Κρέων
καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;