Χορός
σοὶ ταῦτ᾽ ἀρέσκει, παῖ Μενοικέως Κρέον,
τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει:
νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι
καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.
Κρέων
215ὡς ἂν σκοποὶ νῦν εἴτε τῶν εἰρημένων.
Χορός
νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.
Κρέων
ἀλλ᾽ εἴσ᾽ ἑτοῖμοι τοῦ νεκροῦ γ᾽ ἐπίσκοποι.
Χορός
τί δῆτ᾽ ἂν ἄλλο τοῦτ᾽ ἐπεντέλλοις ἔτι;
Κρέων
τὸ μὴ 'πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.
Χορός
220οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.
Κρέων
καὶ μὴν ὁ μισθός γ᾽, οὗτος: ἀλλ᾽ ὑπ᾽ ἐλπίδων
ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.
Φύλαξ
ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο
δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
225πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,
ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν:
ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη:
τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;
τλήμων, μενεῖς αὖ; κεἰ τάδ᾽ εἴσεται Κρέων
230ἄλλου παρ᾽ ἀνδρός; πῶς σὺ δῆτ᾽ οὐκ ἀλγύνει;
τοιαῦθ᾽ ἑλίσσων ἤνυτον σχολῇ βραδύς.
χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.
τέλος γε μέντοι δεῦρ᾽ ἐνίκησεν μολεῖν
σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ᾽ ὅμως:
235τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,
τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.