Χορός
τί τοῦτ᾽ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν
1245φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.
Ἄγγελος
καὐτὸς τεθάμβηκ᾽: ἐλπίσιν δὲ βόσκομαι
ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους
οὐκ ἀξιώσειν, ἀλλ᾽ ὑπὸ στέγης ἔσω
δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
1250γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθ᾽ ἁμαρτάνειν.
Χορός
οὐκ οἶδ᾽: ἐμοὶ δ᾽ οὖν ἥ τ᾽ ἄγαν σιγὴ βαρὺ
δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
Ἄγγελος
ἀλλ᾽ εἰσόμεσθα, μή τι καὶ κατάσχετον
κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
1255δόμους παραστείχοντες: εὖ γὰρ οὖν λέγεις,
καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.