Ἄγγελος
1155Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,
οὐκ ἔσθ᾽ ὁποῖον στάντ᾽ ἂν ἀνθρώπου βίον
οὔτ᾽ αἰνέσαιμ᾽ ἂν οὔτε μεμψαίμην ποτέ.
τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει
τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντ᾽ ἀεί:
1160καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.
Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,
σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα
λαβών τε χώρας παντελῆ μοναρχίαν
ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ:
1165καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ᾽ ἐγὼ
ζῆν τοῦτον, ἀλλ᾽ ἔμψυχον ἡγοῦμαι νεκρόν.
πλούτει τε γὰρ κατ᾽ οἶκον, εἰ βούλει, μέγα
καὶ ζῆ τύραννον σχῆμ᾽ ἔχων: ἐὰν δ᾽ ἀπῇ
1170τούτων τὸ χαίρειν, τἄλλ᾽ ἐγὼ καπνοῦ σκιᾶς
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Χορός
τί δ᾽ αὖ τόδ᾽ ἄχθος βασιλέων ἥκεις φέρων;
Ἄγγελος
τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.
Χορός
καὶ τίς φονεύει; τίς δ᾽ ὁ κείμενος; λέγε.
Ἄγγελος
1175Αἵμων ὄλωλεν: αὐτόχειρ δ᾽ αἱμάσσεται.
Χορός
πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;
Ἄγγελος
αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.
Χορός
ὦ μάντι, τοὔπος ὡς ἄρ᾽ ὀρθὸν ἤνυσας.
Ἄγγελος
ὡς ὧδ᾽ ἐχόντων τἄλλα βουλεύειν πάρα.
Χορός
1180καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ
δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων
ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.